Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν αἴσθησιν. ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτ᾽ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δ᾽ ἀναφὲς καὶ [p. 477] ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλ᾽ ὅμοιόν ἐστιν.
ἆρ᾽ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν, ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφ᾽ ὧν οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δ᾽ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, ἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.