Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλ᾽ ἀντεξανίσταται θερμὰ δ᾽ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις. ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος: τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.