Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίγνονται δυνάμεως, ἀλλ᾽ ἐκστάσει θερμότητος: ἅμα γὰρ ἀπιοῦσα πολλὴ φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον: ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπιόντι τῷ θερμῷ συνεκπίπτει διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.
ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδ᾽ ἕξεις ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις, βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.