Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδ᾽ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων. ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι [p. 475] καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δ᾽ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς. καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδ᾽ ἀναδέχεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.