Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οἰκείαις γυναιξί. τὸ δὲ πάντων ἀπιστότατον 1, ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν: τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι 2 ποιοῦσι χρυσοειδῆ καὶ πυρράν 3, ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθ᾽ οἷον διάχυσὶν τινα ἢ διόγκωσιν ἐμποιεῖν: ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δ᾽ ὠδῖνας αὐτὴ καθ᾽ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας: ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.