Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ῥυέντες ἀκλεῶς 1 ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετ᾽ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις 2 εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν 3 δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη 4 πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι 5 τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ 6 πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ [p. 445] ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.