Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ νυνὶ δ᾽ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.’
παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας: ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων 1 ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν: ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας ‘μεγάλου μοι δοκεῖς ἅπτεσθαι’ εἶπεν ‘καὶ παραβόλου ’
1 *: γυμνασιαρχῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.