ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.