Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ συνέθυσαν. ὁ μὲν
γὰρ οὐκ ἀναγκαίως ἀλλ᾽ [p. 399] ὑπὲρ δόξης ἐχρῆτο τοῖς
ἐπαίνοις, τοῦ δ᾽ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.
οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον
ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν.
οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ
φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες
ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως
τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς
ἀβουλήτοις καὶ ταπεινούμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.