Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνακηρύττοντα τὴν ἑαυτοῦ
νίκην. αὐτῷ μὲν γὰρ ὁ παρ᾽ ἄλλων ἔπαινος
ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν 1 εἴρηκεν: ἑτέροις δ᾽ ὁ περὶ αὑτοῦ λυπηρότατον.
πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας,
αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπ᾽ ἄλλων ἐπαινῶνται δεύτερον δ᾽
ἀδίκους, ἃ λαμβάνειν ἔδει παρ᾽ ἑτέρων
αὑτοῖς διδόντας: τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ
τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ
συνεπιμαρτυρεῖν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.