Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὀρχομένιος τοὺς μὲν
εὐγενεῖς ἐμίσει, τοὺς δ᾽ εὐτελεῖς ἐφίλει. ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ
βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν
γῆν ἔξυσαν. ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν
λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως
Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον,
εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθ᾽ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι,
μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. καὶ
οὕτως ἠπατήθη ὁ ὄχλος ὡς Θεόφιλος 1 ἐν δευτέρῳ Πελοποννησιακῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.