Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἠράσθη τοῦ
γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ
ἔρωτος ἐδήλωσεν: ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην ἔφη γὰρ γείτονα
παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι. ὁ δὲ συνῄει.
ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν
ἀσελγεστάτην ἐδίωκεν. ἡ δὲ κατὰ πρόνοιαν
Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη: καθὰ Θεόδωρος 1 ἐν ταῖς
Μεταμορφώσεσιν. Οὐαλερία
Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ
τροφῷ ἀνεκοίνωσεν: ἡ δὲ τὸν δεσπότην δόλῳ
ὑπῆλθεν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.