Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν
Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον. ὁ δ᾽ ἐλθὼν εἰς Τούσκους
ἐπολέμει Ῥωμαίοις. οἱ δὲ υἱοὶ 1 τὸν πατέρα προδοῦναι ἐβουλήθησαν.
2 ἐμπεσόντων δὲ ...
3
τραχηλοκοπῆσαι: ὡς Ἀριστείδης 4 Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς
Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα,
παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς
ἄνανδρον ὁ δ᾽ ἀγανακτήσας καὶ ἐπιλαθόμενος
3 lacunam add. Duebnerus
4 Ἀριστείδης] Mueller. 4 p. 323
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.