Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συμβαλὼν δ᾽
ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθ᾽ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν
ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ
Ἀριστείδης 1 ὁ
Μιλήσιος.
κατὰ Κελαινὰς 2 πόλιν τῆς Φρυγίας χάσμα μεθ᾽
ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν εἵλκυσε. 3
Μίδας δὲ ὁ βασιλεὺς χρησμὸν ἔλαβεν, ἐὰν τὸ τιμιώτατον ἐμβάλῃ,
συνελεύσεσθαι: ὁ δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλὼν οὐδὲν ἐβοήθησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.