Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν
ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως;
ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε
τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ
Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο [p. 362]
τετραπρόσωπον ἢ διὰ τοὺς θυγατριδὰς 1 ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ
μῆνα κατέδειξεν Ἰανουάριον. ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. καὶ οἱ μὲν
καλοῦνται προτρυγητῆρες, ὁ δ᾽ Ἰανὸς προανατέλλων: δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου ὡς Κριτόλαος
2 ἐν τετάρτῃ
Φαινομένων.
1 θυγατριδὰς vel θυγατρίδας] θυγατριδοῦς?
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.