Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς: καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν
ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι
σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες.
ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ
Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις;
ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας;
ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;
‘διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ
παρεφύλαττον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες
παραφυλάττουσι’