Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρώματα.’
τὸ δ᾽
αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ
[p. 48] φύσει, βαπτόν ἐστι, καὶ μεμειγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ
ἀμιγὲς καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ ἀμίμητον,
οἰκειότατον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ
τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν, ἀτεχνῶς οὐδὲν ἀλλ᾽
ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δ᾽
Ἄργει λευκὰ
φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης φησίν,
ὑδατόκλυστα.
‘διὰ τί πᾶν τεῖχος ἀβέβηλον καὶ ἱερὸν
’