Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῶν λεγομένων Φιτιαλέων,
Ἑλληνιστὶ δ᾽
οἷον εἰρηνοποιῶν καὶ σπονδοφόρων, ὁ καλούμενος ' πάτερ πατρᾶτος ' ἐνομίζετο μέγιστος; ἔστι δ᾽
οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει
δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ
στρατηγοὶ τὰ δι᾽ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς
δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.’
[p. 98]
πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ
τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν: ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ
‘πατρᾶτον οἱονεὶ’ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος