Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ
γὰρ Ἱκέτης μάχῃ νενικηκὼς Διονύσιον καὶ τὰ πλεῖστα μέρη τῶν Συρακουσῶν κατειληφώς ἐκεῖνον μὲν εἰς τὴν ἀκρόπολιν καὶ τὴν καλουμένην Νῆσον συνεσταλμένον αὐτὸς συνεπολιόρκει καὶ συμπεριετείχιζε,
Καρχηδονίους δὲ φροντίζειν ἐκέλευεν ὅπως οὐκ ἐπιβήσοιτο Τιμολέων Σικελίας, ἀλλ᾽ ἀπωσθέντων ἐκείνων αὐτοὶ καθ᾽ ἡσυχίαν διανεμοῦνται πρὸς ἀλλήλους τὴν νῆσον.
οἱ δὲ
πέμπουσιν εἴκοσι τριήρεις εἰς Ῥήγιον, ἐφ᾽ ὧν ἐπέπλεον πρεσβευταὶ παρ᾽ αὐτοῦ πρὸς Τιμολέοντα κομίζοντες λόγους τοῖς πραττομένοις ὁμοίους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

