Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁ δ᾽
Ἱκέτης πυθόμενος τὴν τοῦ Τιμολέοντος διάβασιν καὶ φοβηθείς μετεπέμψατο πολλὰς τῶν Καρχηδονίων τριήρεις,
ὅτε καὶ παντάπασι
[p. 286]
συνέβη τοὺς Συρακουσίους ἀπογνῶναι τὴν σωτηρίαν,
ὁρῶντας τοῦ μὲν λιμένος αὐτῶν Καρχηδονίους
κρατοῦντας, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα,
τῆς δ᾽ ἄκρας κυριεύοντα Διονύσιον, Τιμολέοντα
δὲ ὥσπερ ἐκ κρασπέδου τινὸς λεπτοῦ τῆς Ταυρομενιτῶν
πολίχνης τῇ Σικελίᾳ προσηρτημένον ἐπ᾽
ἐλπίδος1 ἀσθενοῦς καὶ βραχείας δυνάμεως: χιλίων
γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆς τούτοις ἀναγκαίας πλέον οὐδὲν ὑπῆρχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

