Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐν
τοῖς περὶ τήν πόλιν τενάγεσι, πολὺ μὲν ἐκ κρηνῶν πότιμον ὕδωρ, πολὺ δ᾽ ἐξ ἑλῶν καὶ ποταμῶν καταρρεόντων εἰς τήν θάλατταν δεχομένοις, πλῆθος ἐγχέλεων νέμεται, καὶ δαψίλεια τῆς ἄγρας τοῖς βουλομένοις ἀεὶ πάρεστι.
ταύτας οἱ παρ᾽ ἀμφοτέρων μισθοῦ στρατευόμενοι σχολῆς οὔσης καὶ ἀνοχῶν συνεθήρευον.
οἷα δ᾽ Ἕλληνες ὄντες καὶ πρὸς ἀλλήλους οὐκ ἔχοντες ἰδίων ἀπεχθειῶν πρόφασιν, ἐν μὲν ταῖς μάχαις διεκινδύνευον εὐρώστως, ἐν δὲ ταῖς ἀνοχαῖς προσφοιτῶντες ἀλλήλοις διελέγοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

