Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ
μὴν ἀλλ᾽ ὁ Τιμολέων παρεβοήθει
σῖτον ἐκ Κατάνης μικραῖς ἁλιάσι καὶ λεπτοῖς
ἀκατίοις ἀποστέλλων, ἃ μάλιστα χειμῶνι παρεισέπιπτε
διὰ τῶν βαρβαρικῶν τριήρων ὑποπορευόμενα,
πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων,
ἃ δὴ
συνορῶντες οἱ περὶ τὸν Μάγωνα
καὶ τὸν Ἱκέτην ἐβούλοντο τὴν Κατάνην
ἑλεῖν, ἐξ ἧς εἰσέπλει1 τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις
καὶ λαβόντες τῆς δυνάμεως τὴν μαχιμωτάτην ἐξέπλευσαν ἐκ τῶν Συρακουσῶν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

