Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ
Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν
καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος,
ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς
δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων,
ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακουσίοις
ἐξωνεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν
τῷ δήμῳ μηχανώμενος οὕτως πενομένῳ
καὶ πρὸς τἆλλα καὶ πρὸς τὸν πόλεμον ὥστε καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

