previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δέ τις ἀνὴρ ἐξ Ἀντίου πόλεως διά τε πλοῦτον καὶ ἀνδρείαν καὶ γένους ἐπιφάνειαν ἀξίωμα βασιλικὸν ἔχων ἐν πᾶσιν Οὐολούσκοις, ὄνομα Τύλλος Ἀμφίδιος. ὑπὸ τούτου μισούμενον Μάρκιος ἑαυτὸν ὡς οὐδένα Ῥωμαίων ἐγίνωσκε: πολλάκις γὰρ ἐν ἀπειλαῖς καὶ προκλήσεσι κατὰ τὰς μάχας γενόμενοι, καὶ κομπάσαντες διά τὸ ἐνάμιλλον οἷα νεανιῶν πολεμικῶν φιλοτιμίαι καὶ ζῆλοι φέρουσιν, ἴδιον προσεκτήσαντο τῷ κοινῷ τὸ κατ᾽ ἀλλήλων ἔχθος. [2] οὐ μὴν ἀλλὰ μέγεθός τι φρονήματος ἔχοντα τὸν Τύλλον ὁρῶν, καὶ μάλιστα δὴ Οὐολούσκων ἐπιθυμοῦντα Ῥωμαίους λαβὴν παρασχόντας ἐν μέρει κολοῦσαι, μαρτυρίαν ἀπέλιπε τῷ εἰπόντι: ‘θυμῷ μάχεσθαι χαλεπόν [p. 172] γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται.’ λαβὼν γὰρ ἐσθῆτα καὶ σκευὴν ἐν μάλιστα μὴ δόξειν ὃς ἦν ἔμελλεν ὁρώμενος, ὥσπερ Ὀδυσσεὺς,
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: