previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῷ κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλούμενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν [p. 160] ἐπὶ συγχύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήν τε βουλὴν παροξύνειν καὶ καλούμενος ὑπ᾽ αὐτῶν ἀπειθῆσαι, [2] τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐπ᾽ αὐτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.

[3] ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν δῆμος: ὡς δ᾽ ἤρξατο πρὸς τοὺς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς παρρησίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τήν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος, [4] μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτ᾽ εἰς μέσον ἀναγορεύσας ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τήν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος. [5] ἁπτομένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γιγνόμενον καὶ ὑπερήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες [p. 162] καὶ περιπαθήσαντες ὥρμησαν ἀπὸ κραυγῆς βοηθεῖν, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμιγνύντες ἑαυτοῖς τὸν Μάρκιον [6] ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέγοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγου τε καὶ φωνῆς οὐδὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων ὡς ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν οὐδὲ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μηδ᾽ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας. [7] ἐκ τούτου καταστὰς Σικίννιος ἠρώτα τοὺς πατρικίους τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ δήμου βουλομένου κολάζειν. ἐκείνων δὲ πάλιν ἀντερωτώντωντί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμωρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες;’ ‘ἀλλὰ ταύτην μέν.’ [8] εἶπεν Σικίννιος, ‘ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν διαφορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον γὰρ ἀξιοῦτε, δίδωσιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα, σοὶ δέ, Μάρκιε, προαγορεύομεν εἰς τρίτην ἀγορὰν παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: