Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τήν διάλυσιν, καὶ τόν Μάρκιον ἀσμένως ἔχοντες ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς ῾ ἀγορᾶς δὲ ποιοῦσι Ῥωμαῖοι δι᾽ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες ᾿ ἐλπίδα μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς
[p. 164]
Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης δι᾽ ἀσχολίαν καὶ πόλεμον ἔπειτα δέ,
[2]
ὡς
ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόν τε Μάρκιον οὐ προήσονται τόν τε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν τοῖς δημαγωγοῖς Ἄππιος μὲν οὖν Κλαύδιος αἰτίαν ἔχων
ἐν τοῖς μάλιστα μισόδημος εἶναι διεμαρτύρετο, λέγων τήν τε βουλὴν αὐτοὺς ἀναιρήσειν καὶ προήσεσθαι παντάπασι τήν πολιτείαν, εἰ κύριον τῆς ψήφου κατὰ τῶν πατρικίων δέξονται γενόμενον
[3]
τόν
δῆμον οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐδὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρωπον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τόν δῆμον: οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλ᾽ οἰομένῳ καταφρονεῖσθαι τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τήν κρίσιν, ὥσθ᾽ ἅμα τήν ψῆφον λαβόντας ἀποθήσεσθαι τήν ὀργήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

