Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ
μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ᾽ αὑτῶν, ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδ᾽ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ᾽ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

