This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δύο μὲν δὴ Γαΐου Καίσαρος φονεῖς οὕτω δίκην, ἐν ταῖς σφετέραις αὐτῶν στρατηγίαις ἐκπολεμηθέντες, ἐδεδώκεσαν, Τρεβώνιος ἐν τῇ Ἀσίᾳ καὶ Δέκμος ἐν τῇ Κελτικῇ: ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος, οἳ καὶ μάλιστα τῆς ἐπιβουλῆς ἐπὶ τῷ Καίσαρι ἦρξαν, καὶ γῆς ἐκράτουν ἀπὸ Συρίας ἐπὶ Μακεδονίαν ἁπάσης, καὶ στρατὸς ἦν αὐτοῖς πολύς, ἱππικός τε καὶ ναυτικὸς καὶ ὁπλιτῶν ὑπὲρ εἴκοσι τέλη, καὶ νῆες ὁμοῦ καὶ χρήματα, ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν. ἅμα δὲ τούτοις ἐγίγνοντο αἱ ἐν Ῥώμῃ τῶν ἐπὶ θανάτῳ προγραφέντων ἔρευναί τε καὶ εὑρέσεις καὶ παθήματα πάμπαν ἐπαχθῆ, οἷα οὔτε ἐπὶ Ἑλλήνων ἐν στάσεσιν ἢ πολέμοις οὔτ᾽ ἐπὶ Ῥωμαίων αὐτῶν ἐμνημονεύετο γενέσθαι, πλὴν ἐπὶ μόνου Σύλλα τοῦ πρώτου τοὺς ἐχθροὺς ἐς θάνατον προγράψαντος. Μάριος μὲν γὰρ ἐζήτει καὶ ἐκόλαζεν, οὓς εὕροι: Σύλλας δὲ ὑπὸ μισθοῖς τε μεγάλοις καὶ κολάσεσι τῶν ἐπικρυψάντων ὁμοίαις τὸν ἐντυχόντα κτείνειν προέγραφεν. καὶ τὰ μὲν ἀμφὶ Μάριόν τε καὶ Σύλλαν ἐν τοῖς περὶ ἐκείνων προείρηται, τὰ δὲ ἑξῆς οὕτως ἐγένετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

