previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[65] Πομπήιος δ᾽ ἐπὶ τῇ Καίσαρος ἀναζεύξει βουλὴν προυτίθει. καὶ Ἀφρανίῳ μὲν ἐδόκει τὸ ναυτικόν, δὴ καὶ πολὺ προῦχεν, ἐπιπέμπειν Καίσαρι καὶ ἐνοχλεῖν θαλασσοκρατοῦντας ἀλωμένῳ καὶ ἀποροῦντι, τὸ δὲ πεζὸν αὐτὸν Πομπήιον ἄγειν κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν εὔνουν τε πρὸς αὐτὸν οὖσαν καὶ πολεμίων ἔρημον, κρατυνάμενον δ᾽ αὐτήν τε καὶ Γαλατίαν καὶ Ἰβηρίαν ἐξ οἰκείας καὶ ἡγεμονίδος γῆς αὖθις ἐπιχειρεῖν Καίσαρι. δὲ καὶ ταῦτα ἄριστα ἄν οἱ γενόμενα παριδὼν ἐπείθετο τοῖς λέγουσιν αὐτίκα τὸν Καίσαρος στρατὸν μεταθήσεσθαι πρὸς αὐτὸν ὑπὸ τοῦ λιμοῦ, οὐ πολὺ σφίσιν ἔσεσθαι τὸ ἔτι λοιπὸν ἐπὶ τῇ κατὰ Δυρράχιον γενομένῃ νίκῃ: τὸ δ᾽ ἐναντίον αἴσχιστον εἶναι, καταλιπεῖν φεύγοντα Καίσαρα καὶ τοῖς ἡττηθεῖσιν ὁμοίως τὸν νικῶντα φεύγειν. μὲν δὴ τοῖσδε προσθέμενος αἰδοῖ μάλιστα τῶν ἑῴων ἐθνῶν ἐς αὐτὸν ἀφορώντων καὶ φειδοῖ Λευκίου Σκιπίωνος, μή τι περὶ Μακεδονίαν ὢν ἔτι πάθοι, μάλιστα δ᾽ ἐς ἀγῶνα χρήσασθαι θαρροῦντι τῷ στρατῷ διανοούμενος ἐπῆλθε καὶ ἀντεστρατοπέδευσε τῷ Καίσαρι περὶ Φάρσαλον, καὶ τριάκοντα σταδίους ἀλλήλων ἀπεῖχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: