previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[80] ὡς δὲ ἐνέδωκε τὸ λαιὸν τοῦ Πομπηίου, αὐτοὶ μὲν καὶ τότε βάδην ὑπεχώρουν ἅμα καὶ συνεπλέκοντο, οἱ δὲ σύμμαχοι προτροπάδην ἔφευγον ἄπρακτοι, βοῶντες: ‘ἡσσήμεθα.’ καὶ τὰς σκηνὰς σφῶν αὐτοὶ καὶ τὰ χαρακώματα ὡς ἀλλότρια προλαβόντες διέσπων καὶ διήρπαζον ἐς τὴν φυγὴν τι δύναιντο ἐπάγεσθαι. ἤδη δὲ καὶ τὸ ἄλλο τῶν Ἰταλῶν ὁπλιτικὸν τῆς ἐπὶ τάδε ἥσσης αἰσθανόμενον ὑπεχώρει κατὰ πόδα, πρῶτον ἐν κόσμῳ καὶ ἔτι ἐκ τῶν δυνατῶν ἀμυνόμενοι: ἐπικειμένων δ᾽ αὐτοῖς ὡς ἐν εὐπραξίᾳ τῶν πολεμίων ἐστράφησαν ἐς φυγήν. καὶ Καῖσαρ εὐμηχάνως δὴ τότε μάλιστα, ἵνα μὴ συνέλθοιεν αὖθις μηδὲ τὸ ἔργον γένοιτο μάχης μιᾶς, ἀλλὰ παντὸς τοῦ πολέμου, κήρυκας ἐς τὰς τάξεις πανταχοῦ περιέπεμπεν, οἳ τοῖς νικῶσιν ἐκέλευον ἀψαυστεῖν τῶν ὁμοεθνῶν, ἐπὶ δὲ τοὺς συμμάχους μόνους χωρεῖν. καὶ τοῖς ἡττωμένοις προσεπέλαζον παραινοῦντες ἀδεῶς ἑστάναι. ἀνήρ τε παρ᾽ ἀνδρὸς ἐκμανθάνων τὸ κήρυγμα εἱστήκει: καὶ σύμβολον ἤδη τοῦτο τῶν Πομπηίου στρατιωτῶν ἦν, τὸ ἀδεῶς ἑστάναι, τὰ ἄλλα ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων τε καὶ φωνὴν ὁμοίαν ἀφιέντων. διεκθέοντες δ᾽ αὐτοὺς οἱ τοῦ Καίσαρος τοὺς συμμάχους οὐ δυναμένους ἀντέχειν ἀνῄρουν: καὶ πλεῖστος ἐνταῦθα ἐγίγνετο φόνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: