Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68] Καίσαρι δὲ τῆς νυκτὸς ἐκείνης τρία μὲν ἐπὶ σιτολογίαν ἐξῄει τέλη ῾τὸν γὰρ Πομπήιον ἐπαινῶν τῆς βραδυτῆτος καὶ οὐδαμοῦ νομίζων μεταθήσεσθαι τοῦ βουλεύματος περιέπεμπεν ἐπὶ σῖτον̓, πυθόμενος δὲ τῆς παρασκευῆς ἥσθη τε τῆς ἀνάγκης, ἣν εἴκαζεν ἠναγκάσθαι Πομπήιον ὑπὸ τοῦ στρατοῦ, καὶ τὸν ἑαυτοῦ τάχιστα ἀνεκάλει πάντα καὶ ἀντιπαρεσκευάζετο. θυόμενός τε νυκτὸς μέσης τὸν Ἄρη κατεκάλει καὶ τὴν ἑαυτοῦ πρόγονον Ἀφροδίτην ῾ἐκ γὰρ Αἰνείου καὶ Ἴλου τοῦ Αἰνείου τὸ τῶν Ἰουλίων γένος παρενεχθέντος τοῦ ὀνόματος ἡγεῖτο εἶναἰ, νεών τε αὐτῇ νικηφόρῳ χαριστήριον ἐν Ῥώμῃ ποιήσειν εὔχετο κατορθώσας. ὡς δὲ καὶ σέλας ἐξ οὐρανοῦ διαπτὰν ἀπὸ τοῦ Καίσαρος ἐς τὸ Πομπηίου στρατόπεδον ἐσβέσθη, οἱ μὲν ἀμφὶ τὸν Πομπήιον ἔσεσθαί τι λαμπρὸν αὑτοῖς ἔφασαν ἐκ τῶν πολεμίων, ὁ δὲ Καῖσαρ σβέσειν αὐτὸς ἐμπεσὼν τὰ Πομπηίου. αὐτῷ δὲ τῷ Πομπηίῳ τῆς αὐτῆς νυκτός τινα τῶν ἱερείων ἐκφυγόντα οὐ συνελήφθη, καὶ μελισσῶν ἑσμὸς ἐπὶ τοῖς βωμοῖς ἐκάθισε, ζῴου νωχελοῦς. μικρόν τε πρὸ ἕω πανικὸν ἐνέπεσεν αὐτοῦ τῷ στρατῷ: καὶ τόδε περιδραμὼν αὐτὸς καὶ καταστήσας ἀνεπαύετο σὺν ὕπνῳ βαθεῖ: περιεγειράντων δ᾽ αὐτὸν τῶν φίλων, ὄναρ ἔφασκεν ἄρτι νεὼν ἐν Ῥώμῃ καθιεροῦν Ἀφροδίτῃ νικηφόρῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

