previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[90] ἐπεὶ δ᾽ στρατὸς αὐτῷ κατέπλευσε, Ποθεινὸν μὲν καὶ Ἀχιλλᾶν ἐκόλασε θανάτῳ τῆς ἐς τὸν Πομπήιον παρανομίας, Θεόδοτον δὲ διαδράντα Κάσσιος ὕστερον ἐκρέμασεν, εὑρὼν ἐν Ἀσίᾳ. θορυβούντων δ᾽ ἐπὶ τῷδε τῶν Ἀλεξανδρέων καὶ τῆς στρατιᾶς τῆς βασιλικῆς ἐπ᾽ αὐτὸν ἰούσης, ἀγῶνες αὐτῷ ποικίλοι περὶ τὸ βασίλειον ἐγένοντο καὶ ἐν τοῖς παρ᾽ αὐτὸ αἰγιαλοῖς, ἔνθα καὶ φεύγων ἐς τὴν θάλατταν ἐξήλατο καὶ ἐς πολὺ ἐν τῷ βυθῷ διενήξατο: καὶ τὴν χλαμύδα αὐτοῦ λαβόντες οἱ Ἀλεξανδρεῖς περὶ τρόπαιον ἐκρέμασαν. τελευταῖον δ᾽ ἀνὰ τὸν Νεῖλον αὐτῷ γίνεται πρὸς τὸν βασιλέα ἀγών, δὴ καὶ μάλιστα ἐκράτει. καὶ ἐς ταῦτα διετρίφθησαν αὐτῷ μῆνες ἐννέα, μέχρι Κλεοπάτραν ἀντὶ τοῦ ἀδελφοῦ βασιλεύειν ἀπέφηνεν Αἰγύπτου. καὶ τὸν Νεῖλον ἐπὶ τετρακοσίων νεῶν, τὴν χώραν θεώμενος, περιέπλει μετὰ τῆς Κλεοπάτρας, καὶ τἆλλα ἡδόμενος αὐτῇ. ἀλλὰ τάδε μὲν ἕκαστα ὅπως ἐγένετο, ἀκριβέστερον περὶ Αἰγύπτου συγγραφὴ διέξεισι: τὴν δὲ κεφαλὴν τοῦ Πομπηίου προσφερομένην οὐχ ὑπέστη, ἀλλὰ προσέταξε ταφῆναι, καί τι αὐτῇ τέμενος βραχὺ πρὸ τῆς πόλεως περιτεθὲν Νεμέσεως τέμενος ἐκαλεῖτο: ὅπερ ἐπ᾽ ἐμοῦ κατὰ Ῥωμαίων αὐτοκράτορα Τραϊανόν, ἐξολλύντα τὸ ἐν Αἰγύπτῳ Ἰουδαίων γένος, ὑπὸ τῶν Ἰουδαίων ἐς τὰς τοῦ πολέμου χρείας κατηρείφθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: