This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[612]
οἱ δὲ ἀσκεπτότεροι καὶ τὴν πατρίδα σπεύδοντες ἰδεῖν μᾶλλον
ἢ τὸ συμφέρον Ἀντιπάτρῳ σκοποῦντες, ἐπείγεσθαι παρῄνουν καὶ
μὴ τῇ μελλήσει παρασχεῖν τῷ πατρὶ μὲν ὑποψίαν φαύλην, τοῖς
διαβάλλουσι δὲ ἀφορμήν: καὶ γὰρ νῦν, εἴ τι κεκίνηται κατ᾽ αὐτοῦ,
παρὰ τὴν ἀπουσίαν γέγονεν: μηδὲ γὰρ ἂν τολμῆσαι παρόντος:
ἄτοπον δ᾽ εἶναι δι᾽ ἀδήλους ὑποψίας προδήλων ἀγαθῶν στερίσκεσθαι,
καὶ μὴ θᾶττον ἀποδοῦναι μὲν ἑαυτὸν τῷ πατρί, κομίσασθαι
δὲ τὴν βασιλείαν ἐπ᾽ αὐτῷ μόνῳ σαλεύουσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

