This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[572]
τελευταῖον
δ᾽ εἰς Φερώραν ἀπέστρεφεν τὸν λόγον, δυοῖν θάτερον ἑλέσθαι λέγων, ἢ
ἑαυτὸν ἀδελφὸν ἢ τὴν γυναῖκα. τοῦ δὲ θᾶττον ἀπολείψειν τὸ ζῆν
ἢ τὴν γυναῖκα φήσαντος, οὐκ ἔχων ὅ τι χρὴ δρᾶν μετέβαινεν ἐπ᾽
Ἀντίπατρον, ᾧ παρήγγειλεν μήτε τῇ Φερώρα γυναικὶ μήτε αὐτῷ
μήτ᾽ ἄλλῳ τινὶ τῶν ἐκείνης διαλέγεσθαι. ὁ δὲ φανερῶς μὲν οὐ
μετέβαινεν τὸ πρόσταγμα, λάθρα δὲ διενυκτέρευεν σὺν ἐκείνοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

