This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων ‘ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.’ ‘μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε’ φησίν, ‘ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε: φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω.’ ‘ποιήσομεν οὕτως.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

