This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] Ὁ δὲ ἰδὼν ‘τοῦτο ἄλλο’ φησὶν ‘ἦν. Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ̓ οὐ χαίροντες αὐτὸ πράξουσι.’ Ὡς οὖν εἶπεν ὁ Αἰγύπτιος ‘οὐδεμιᾷ γέγονε κακόν, δέσποτα: τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ̓ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη,’ γελάσας ὁ Χαιρέας εἶπεν ‘ὦ πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.’ ‘Οὒ’ φησί, ‘δέσποτα: ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

