Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ
σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον,
δημηγοριῶν φημι καὶ ξυμβουλιῶν, καὶ ὁπόσα
γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει,
ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τοῖς ἐπαινουμένοις
κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν
βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο
λογίζεσθε, πλέον δὲ ἔχοντα δικαίως ἂν αὐτὸν
μᾶλλον ἀποδεχοίμεθα. οὐκοῦν ὁ μέν, ὁπηνίκα
χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς
αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.