Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ
τὴν Λιβύην τε ἐπ̓ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν,
οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας
[p. 138]
δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ
Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους
Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ
τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ̓ ἡμᾶς
ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν
Ἡρακλείων στηλῶν ὑπερχεομένη. ταύτας δὲ
ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.