Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ
καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ
μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς
ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς
ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης
δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων
καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ
λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς
κρατοῦσιν ἐν δεξιᾷ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.