Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος
αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ
ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους
ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς
τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς
διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν
ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν
καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ
πεζῇ τοὺς πολεμίους. ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος
ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.