Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
12.
ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς
μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν
τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα
νομίζουσιν εἶναι.” M. 15 (p. 140).
“
[2]
πᾶς 1 γάρ τις τὸ ἀπείρατον 2 πρὸ τοῦ κατεγνωσμένου
προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα
παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος.” M. 16 (ib.).
“
[3α]
πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι,
μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ
μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι. διὸ
οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα
ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε
ἄλλα ἀεὶ πλανᾶσθαι.” M. 17 (ib.).
“
[p. 94]
8. ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς
τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ
παρόντα αὐτοῖς ᾖ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν.” M. 18 (p. 141).
“
9. ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς
μόνον ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ
τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν
ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ
γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες
οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ᾽ αὐτοί τε καταπεσόντες
ὑπ᾽ ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν
ἀρχομένων πάντα συνηλόησαν.” M. 19 (ib.).
“
11. γ Δίωνος βιβλίῳ ‘οὐχ ὅπως πρὸς αὐτῶν τῶν
βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων
αὐτοῖς γίγνεται.’” Bekk. Anecd. p. 130, 23 and 164, 32.
“
4. ἐν γ βιβλίῳ Δίωνος ‘οὗ γε καὶ ὁ πατὴρ
ἀμέμπτως ὑμῶν ἦρξεν.’” Ib. p. 120, 24.
“
[5α]
Δίωνος γ βιβλίῳ ‘ὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς,
οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε ἢ ὅτι τοῦ τε
βίου τοῦ παρ᾽ ὑμῖν ἐφίεται.’” Ib. p. 139, 26.
“
[p. 96]
[5β]
γ βιβλίῳ Δίων ‘καὶ πρὸ πολλοῦ κομίσασθαι
τὰ προϋπάρξαντά οἱ ποιεῖται.’” Bekk. Anecd. p. 164, 28.
“
6. Δίων βιβλίῳ γ ‘πῶς δ᾽ ἂν καὶ λυσιτελήσειέ
τινι τοῦτο πρᾶξαι;’” Ib. p. 155, 14.
“
7. Δίωνος γ βιβλίον ‘ὥσπερ που καὶ Ῥωμύλος
ἡμῖν ἐπέσκηψεν.’” Ib. p. 139, 29.
“
10. καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε,
ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες
ἀπατηθῆτε: τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης
ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ᾽ ἄν τις
εὐπρεπεῖς συμπλάσειεν: καὶ διὰ τοῦτ᾽ ἀφ᾽ ὧν
ἐποίησέ τις, ἀλλ᾽ οὐκ ἀφ᾽ ὧν φησι ποιήσειν,
κρίνετε. 3” M. 20 (p. 141).
“
13. Δίων γ βιβλίῳ 4 ‘πένθος αἱ γυναῖκες ἐνιαυτῷ
ὅλῳ ἐποιήσαντο.’” Bekk. Anecd. p. 162, 26.
“
[2]
ὅτι Οὐαλέριον, τὸν συνάρχοντα 5 Βρούτου,
[p. 98]
καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως
αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρήσατο: ἐπιθυμεῖν
γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ
ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας
ἐθώπευσεν. ἐσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς
τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις
χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους
σφίσι περιεῖλε: σχηματίσας δὲ ἐπὶ τούτοις
ἑαυτὸν ἐς τὸ ταπεινότατον, ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε
καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγξατό
ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων
εἶπεν.” M. 21 (p. 141).
“
[2α]
τῷ γὰρ Μάρκῳ ἀνελθόντι τε ἐς τὸ Καπιτώλιον
καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ...” Bekk. Anecd. p. 162, 28.
“
[3]
ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ
Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ
τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ᾽ αὐτὴν αὐτῷ
τὴν ἱερουργίαν ἀγγελθῆναι παρακευάσαντος, ἵν᾽
ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ᾽ ἄλλως ὅσιον ἦν
ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ
[4]
τῆς τοῦ ἔργου ἱερώσεως. 6 ἐκεῖνος γὰρ οὐκ ἠπίστησε
μὲν τῷ ῥηθέντι ῾καὶ γὰρ ὑπὸ πολλῶν καὶ
ἀξιοπίστων ἐθρυλήθἠ, οὐ μέντοι καὶ τῶν ἱερῶν
ἐξέστη, ἀλλ᾽ ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ
ἀλλότριον, ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν
δόξῃ, κελεύσας τισὶν ἐᾶσαι, πάνθ᾽ οὕτω τὰ
καθήκοντα διετέλεσεν.” V. 8 (p. 577).
“
[p. 100]
”
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (4 total)
- Cross-references in general dictionaries to this page
(4):
- LSJ, κείρω
- LSJ, πράσιος
- LSJ, προτομα_φόρος
- LSJ, θυ_μικός
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
Citation URI: http://data.perseus.org/citations/urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc1:3
hide
Display Preferences

