previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

83. ὅτι Γράκχος Τιβέριος ἐτάραξε τὰ τῶν Ῥωμαίων, καίπερ καὶ γένους ἐς τὰ πρῶτα πρὸς τὸν πάππον τὸν Ἀφρικανὸν ἀνήκων, καὶ φύσει ἀξίᾳ αὐτοῦ χρώμενος, τά τε τῆς παιδείας ἔργα ἐν τοῖς μάλιστα ἀσκήσας, καὶ φρόνημα μέγα ἔχων. ὅσῳ γὰρ πλείω καὶ ἰσχυρότερα ταῦτα ἐκέκτητο, μᾶλλον ἔς τε φιλοτιμίαν ἀπ᾽ αὐτῶν προήχθη, καὶ ἐπειδὴ ἅπαξ ἔξω τοῦ βελτίστου παρετράπη, καὶ [2] ἄκων ἐς τὸ κάκιστον ἐξώκειλε. ἐπειδὴ γὰρ αὐτῷ τὰ τῶν Νουμαντίνων ἐπινίκια ἀπεψηφίσθη, καὶ αὐτός, τιμηθήσεσθαι πρότερον ἅτε καὶ πρυτανεύσας αὐτὰ ἐλπίσας, οὐχ ὅπως τοιούτου τινὸς ἔτυχεν, ἀλλὰ καὶ προσεκινδύνευσεν ἐκδοθῆναι, ἔγνω καὶ τὰ πράγματα οὐκ ἀπ᾽ ἀρετῆς οὐδὲ ἐπ᾽ ἀληθείας, [3] ἀλλ᾽ ὥς που καὶ ἔτυχεν, ἐξεταζόμενα. ταύτην μὲν τὴν ὁδὸν τῆς δόξης ὡς οὐκ ἀσφαλῆ ἀφῆκε, [p. 424] τρόπον δέ τινα πρωτεῦσαι πάντως ἐπιθυμησας, καὶ τοῦτο διὰ τοῦ ὁμίλου μᾶλλον τῆς βουλῆς ἐξεργάσεσθαι προσδοκήσας, ἐκείνῳ προσέθετο.” V. 70 (p. 621).[4] ὅτι Μᾶρκος Ὀκτάουιος τῷ Γράκχῳ διὰ φιλονεικίαν συγγενικὴν ἑκὼν ἀντηγωνίζετο. καὶ ἐκ τούτου οὐδὲν μέτριον ἐπράττετο, ἀλλ᾽ ἀντιφιλονεικοῦντες περιγενέσθαι μᾶλλον ἀλλήλων τὸ κοινὸν ὠφελῆσαι, πολλὰ μὲν καὶ βίαια, ὥσπερ ἐν δυναστείᾳ τινὶ ἀλλ᾽ οὐ δημοκρατίᾳ, ἔπραξαν, πολλὰ δὲ καὶ ἄτοπα, ὥσπερ ἐν πολέμῳ τινὶ ἀλλ᾽ [5] οὐκ εἰρήνῃ, ἔπαθον. τοῦτο μὲν γὰρ εἷς πρὸς ἕνα, τοῦτο δὲ πολλοὶ κατὰ συστάσεις1 λοιδορίας τε ἐπαχθεῖς καὶ μάχας, οὐχ ὅτι κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ ἐν αὐτῷ βουλευτηρίῳ τῇ τε ἐκκλησίᾳ ἐποιοῦντο, τῇ μὲν2 προφάσει τῇ τοῦ νόμου χρώμενοι, τῷ δὲ ἔργῳ καὶ ἐς τὰ ἄλλα πάντα διασπευδόμενοι, ὥστε ἐν μηδενὶ ἀλλήλων [6] ἐλαττοῦσθαι. κἀκ τούτου οὔτ᾽ ἄλλο τι τῶν εἰθισμένων ἐν κόσμῳ συνέβαινεν οὔθ᾽ αἱ ἀρχαὶ τὰ νενομις1 μένα ἔπρασσον, τὰ δὲ δικαστήρια ἐπέπαυτο καὶ συμβόλαιον οὐδὲν ἐγίγνετο, ἄλλη τε ταραχὴ καὶ ἀκρισία3 πανταχοῦ πολλὴ ἦν: καὶ ὄνομα πόλεως ἔφερον, στρατοπέδου δὲ οὐδὲν ἀπεῖχον.4V. 71 (p. 622).[p. 426] [7] ὅτι Γράκχος τοῖς στρατευομένοις ἐκ τοῦ ὁμίλου νόμους τινὰς ἐπικουροῦντας ἔγραφε, καὶ τὰ δικαστήρια ἀπὸ τῆς βουλῆς ἐπὶ τοὺς ἱππέας μετῆγε, φύρων καὶ ταράσσων πάντα τὰ καθεστηκότα, ὅπως ἔκ γε τούτου ἀσφαλείας τινὸς ἐπιλάβηται. [8] καὶ ὡς οὐδὲν οὐδὲ ἐνταῦθα αὐτῷ προεχώρει, ἀλλὰ καὶ ἐπ᾽ ἐξόδῳ τῆς ἀρχῆς ἦν καὶ ἔμελλεν ἀπαλλαγεὶς αὐτῆς αὐτίκα τοῖς ἐχθροῖς ὑποβληθήσεσθαι, ἐπεχείρησε καὶ ἐς τὸ ἐπιὸν ἔτος μετὰ τοῦ ἀδελφοῦ δημαρχῆσαι καὶ τὸν πενθερὸν ὕπατον ἀποδεῖξαι, μηδὲν μήτ᾽ εἰπεῖν μήθ᾽ ὑποσχέσθαι τισὶν ὀκνῶν. καὶ πενθίμην ἐσθῆτα πολλάκις ἐνεδύετο, τήν τε μητέρα καὶ τὰ παιδία ἐς τὸ πλῆθος παρῆγε συνδεόμενα.” V. 72 (p.622).84. ὅτι Σκιπίων Ἀφρικανὸς φιλοτιμίᾳ πλείονι παρὰ τὸ προσῆκον τό τε ἁρμόζον τῇ ἄλλῃ αὐτοῦ ἀρετῇ ἐχρῆτο. οὐκοῦν οὐδὲ τῶν ἀντιστασιωτῶν5 τις αὐτῷ θανόντι ἐφήσθη, ἀλλὰ καὶ ἐκεῖνοι, καίπερ βαρύτατον αὐτόν σφισι νομίζοντες εἶναι, ἐπόθησαν: χρήσιμόν τε γὰρ πρὸς τὰ κοινὰ ἑώρων, καὶ δεινὸν οὐδὲν οὐδ᾽ ἂν σφεῖς παθεῖν ἀπ᾽ αὐτοῦ [2] προσεδόκων. ὑπεξαιρεθέντος δὲ τούτου πάντα αὖθις τὰ τῶν δυνατῶν ἠλαττώθη, ὥστε ἐπ᾽ ἀδείας τοὺς γεωνόμους πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν πορθῆσαι. καί μοι ἐς τοῦτο ὅτι μάλιστα ἀποσκῆ- [p. 428] ψαι δοκεῖ6 τό τε7 πλῆθος τῶν λίθων τῶν ἐκ τοι οὐρανοῦ κατενεχθέντων καὶ ἐς ναούς τέ τινας ἐμπεσόντων καὶ ἀνθρώπους ἀποκτεινάντων, καὶ τὰ δάκρυα τοῦ Ἀπόλλωνος. ἔκλαυσε γὰρ8 ἐπὶ τρεῖς ἡμέρας, ὥστε τοὺς Ῥωμαίους κατακόψαι τε τὸ βρέτας καὶ καταποντῶσαι ἐκ συμβουλῆς μάντεων ψηφίσασθαι.” V. 73 (p. 625).[p. 430]

1 susta/seis Rk., sta/seis Ms.

2 e)poiou=nto, th=| me\n Rk., e)poiou=nto. th=| me\n ga\r Ms.

3 a)/llh te taraxh\ kai\ a)krisi/a Kuiper, a)ll' h(/ te taraxh\ kai\ h( a)krisi/a Ms.

4 a)pei=xon Val., ei)=xon Ms.

5 a)ntistasiwtw=n Dind., a)ntistasiastw=n Ms.

6 dokei= inserted by Val.

7 te Bk., ge Ms.

8 e)/klause ga\r v. Hers., e)/klausen ga\r e)/klausen Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: