previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 134] 57. [22] ὅτι περὶ μαντικῆς καὶ ἀστρονομίας φησὶν Δίωνἐγὼ μέντοι οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῶν ἐκ μαντικῆς προλεγομένων τισὶ συμβαλεῖν ἔχω: τί γάρ που καὶ βούλεται τὸ 1 προσημαίνειν, εἴ γε πάντως τέ τι ἔσται καὶ μηδεμία ἂν αὐτοῦ ἀποτροπὴ μήτ᾽ ἀνθρωπίνῃ περιτεχνήσει μήτ᾽ αὖ θείᾳ προνοίᾳ γένοιτο; ταῦτα μὲν οὖν ὅπῃ ποτὲ ἑκάστῳ δοκεῖ νομιζέσθω.’” M. 158 (p. 195).[23] ὅτι ἦρχον Παῦλος καὶ Τερέντιος ἄνδρες οὐχ [p. 136] ὁμοιότροποι, ἀλλ᾽ ἐξ ἴσου τῷ διαφόρῳ τοῦ γένους καὶ τὰ ἤθη διαλλάττοντες. μὲν γὰρ 2 εὐπατρίδης τε ἦν καὶ παιδείᾳ ἐκεκόσμητο, τό τε ἀσφαλὲς πρὸ τοῦ προπετοῦς προετίμα, καί πῃ καὶ ἐκ τῆς αἰτίας, ἣν ἐπὶ τῇ προτέρᾳ ἀρχῇ εἰλήφει, κεκολουσμένος οὐκ ἐθρασύνετο, ἀλλ᾽ ὅπως μὴ καὶ αὖθίς τι δεινὸν πάθοι μᾶλλον ὅπως ἀποτολμήσας [24] τι κατορθώσῃ ἐσκόπει, 3 Τερέντιος δὲ ἔν τε τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν θρασύτητι βαναυσικῇ ἤσκητο, καὶ διὰ ταῦτ᾽ ἔς τε τἆλλ᾽ ἐξεφρόνει καὶ τὸ κράτος ἑαυτῷ τοῦ πολέμου προυπισχνεῖτο. 4 τοῖς τε εὐπατρίδαις πολὺς ἐνέκειτο, καὶ τὴν ἡγεμονίαν μόνος πρὸς τὴν τοῦ συνάρχοντος ἐπιείκειαν ἔχειν ἡγεῖτο.” M. 159 (p. 196).[p. 138] [25] ὅτι τὸ τοῦ Τερεντίου ἀπερίσκεπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικές, βουλομένου μὲν ἀεὶ τὰ προσήκοντα, συγχωροῦντος δὲ τὰ πολλὰ τῷ συνάρχοντι ῾δεινὴ γάρ ἐστιν ἐλαττωθῆναι θράσους πραότησ᾽, ἥττησεν αὐτούς.” M. 160 (p. 196).[p. 140] [p. 142] [26] ὅτι ἐν τῇ συμπλοκῇ τοῦ πολέμου οὐδ᾽ οἱ πάνυ θαρσοῦντες ἐλαφροτέραν τὴν ἐλπίδα τοῦ φόβου πρὸς τὸ ἄδηλον αὐτῆς εἶχον, ἀλλὰ καὶ ὅσῳ μᾶλλον ἡγοῦντο νικήσειν, τόσῳ μᾶλλον ἐδέδισαν 5 [p. 144] μή πῃ σφαλῶσι: τοῖς μὲν γὰρ ἀγνοοῦσί τι οὐδέν ἐστι φοβερὸν ἐκ τῆς ἀπονοίας ὑπομένειν, τὸ δὲ ἐκ λογισμοῦ θαρσοῦν...” M. 161 (p. 196). 6[28] ὅτι Σκιπίων πυθόμενός τινας παρασκευάζεσθαι τῶν Ῥωμαίων τήν τε Ῥώμην ἐγκαταλιπεῖν καὶ τὴν Ἰταλίαν ὅλην, ὡς τῶν Καρχηδονίων ἐσομένην, ἐπέσχεν αὐτοὺς ξιφήρης ἐς τὴν κατάλυσιν ἐν ἐκοινολογοῦντο ἐξαίφνης ἐσπηδήσας, [p. 146] καὶ αὐτός τε ὀμόσας πάντα τὰ προσήκοντα καὶ λόγῳ καὶ ἔργῳ πράξειν, καὶ ἐκείνους ὁρκώσας ὡς παραχρῆμα ἀπολουμένους, ἂν μὴ τὰ πιστὰ [29] αὐτῷ παράσχωνται. καὶ οἱ μὲν ἐκ τούτου συμφρονήσαντες πρὸς τὸν ὕπατον ἔγραψαν ὅτι σώζοιντο. ἐκεῖνος δὲ ἐς μὲν τὴν Ῥώμην οὔτ᾽ ἔγραψε παραχρῆμα οὔτ᾽ ἄγγελον ἀπέστειλεν, ἐς δὲ τὸ Κανύσιον ἐλθὼν τά τε ἐνταῦθα κατεστήσατο, καὶ τοῖς πλησιοχώροις φρουρὰς ὡς ἐκ τῶν παρόντων ἔπεμψε, προσβάλλοντάς τε τῇ πόλει ἱππέας ἀπεκρούσατο. τό τε σύνολον οὔτ᾽ ἀθυμήσας οὔτε καταπτήξας, ἀλλ᾽ ἀπ᾽ ὀρθῆς τῆς διανοίας, ὥσπερ μηδενός σφισι δεινοῦ συμβεβηκότος, πάντα τὰ πρόσφορα τοῖς παροῦσι καὶ ἐβούλευσε καὶ ἔπραξεν.” V. 33 (p. 598).[p. 148] [p. 150] [p. 152] [30] ὅτι τοὺς Νουκερίνους καθ᾽ ὁμολογίαν ὥστε [p. 154] μεθ᾽ ἑνὸς ἱματίου ἕκαστον ἐκ τῆς πόλεως ἐκχωρῆσαι λαβὼν Ἀννίβας, ἐπειδὴ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας 7 ἀπέπνιξεν, τοῖς δὲ ἄλλοις ἀπελθεῖν δῆθεν ὅποι 8 βούλοιντο δούς, πολλοὺς καὶ ἐκείνων ἐν τῇ ὁδῷ ἐφόνευσεν. οὐ μέντοι αὐτῷ ἐλυσιτέλησε: φοβηθέντες γὰρ καὶ οἱ λοιποὶ μὴ τὰ ὅμοια πάθωσιν, οὐ συνέβαινον αὐτῷ, καὶ ἀντεῖχον ἐφ᾽ ὅσον ἐξήρκουν.” V. 34 (p. 598).[31] ὅτι Μάρκελλος καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ τῇ τε δικαιοσύνῃ πολλῇ ἐχρήσατο, παρὰ δὲ δὴ τῶν ἀρχομένων οὐ πάντα ἀκριβῶς οὐδὲ χαλεπῶς ἀπῄτει, οὐδὲ ἐπιμέλειαν ὅπως καὶ ἐκεῖνοι τὰ δέοντα πράττωσιν ἐποιεῖτο, τοῖς τε 9 ἁμαρτάνουσί τι αὐτῶν συγγνώμην κατὰ τὸ ἀνθρώπινον ἔνεμε, καὶ οὐκ ὠργίζετο 10 εἰ μὴ ὅμοιοι αὐτῷ εἶεν. ϝ. 35 ῾π. 601᾿. [p. 156] [32] ὅτι ἐν τῇ Νώλῃ πολλῶν τοὺς ἁλόντας τε ἐν ταῖς Κάνναις καὶ ἀφεθέντας ὑπὸ τοῦ Ἀννίβου διὰ φόβου τε ἐχόντων ὡς καὶ τὰ ἐκείνου φρονοῦντας καὶ θανατῶσαι βουλομένων, ἀντέστη. καὶ μετὰ τοῦτο τῆν ὑποψίαν ἣν ἐς αὐτοὺς εἶχεν ἀποκρυψάμενος, οὕτω σφᾶς μετεχειρίσατο ὥστε τά τε ἑαυτοῦ ἀνθελέσθαι 11 καὶ χρησιμωτάτους καὶ τῇ πατρίδι καὶ τοῖς Ῥωμαίοις γενέσθαι.” V. 36 (601).[33] ὅτι αὐτὸς Μάρκελλος τῶν ἱππέων τινὰ τῶν Λευκανῶν αἰσθόμενος ἐν ἔρωτι γυναικὸς ὄντα, συνεχώρησεν αὐτῷ καὶ ἐν τῷ στρατοπέδῳ αὐτὴν ἔχειν, ὅτι κράτιστα ἐμάχετο, καίπερ ἀπαγορεύσας μηδεμίαν ἐς τὸ τάφρευμα γυναῖκα ἐσιέναι.” V. 37 (ib.).[34] ὅτι τὰ αὐτὰ ἐποίησε τοὺς Ἀκερανοὺς 12 τοῖς Νουκερίνοις, πλὴν καθ᾽ ὅσον ἐς φρέατα τοὺς βουλευτὰς καὶ οὐκ ἐς βαλανεῖα ἐνέβαλεν.” V. 38 (ib.).[p. 158] [p. 160] [35] ὅτι Φάβιος τοὺς πολίτας τοὺς 13 ἐν ταῖς πρὶν μάχαις ζωγρηθέντας τοὺς μὲν ἄνδρα ἀντ᾽ ἀνδρὸς ἐκομίσατο, τοὺς δὲ καὶ χρημάτων ἀπολύσασθαι συνέθετο. μὴ δεξαμένης 14 δὲ τῆς βουλῆς τὸ ἀνάλωμα, ὅτι μηδὲ τὴν λύσιν αὐτῶν συνεπῄνεσε, τά τε ἑαυτοῦ χωρία, ὥσπερ εἶπον, ἀπεκήρυξεν, καὶ ἐκ τῆς τιμῆς σφων τὰ λύτρα αὐτοῖς ἐχαρίσατο.” V. 39 (p. 601)[p. 162] [p. 164] [p. 166] [p. 168] [p. 170] [p. 172] [46β] Δίων ἐν ιέ βιβλίῳμὴ οἱ Συρακούσιοι νεωτερίσωσί τι, τὴν βοήθειαν ἀπογνόντες.’” Bekk. Anecd. p. 119, 21.[p. 174] [p. 176] [p. 178] Ζοναρας 9, 5-6. μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς ἄλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν: ἐπεὶ δ᾽ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡςοὔτ᾽ ἂν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ᾽ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,’ τὸν Μάρκελλον καὶ Λαουίνιον τὸν Οὐαλλέριον ἐχειροτόνησαν. 6. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν: καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο: καὶ εἴ γε μὴ Κορνήλιος Δολοβέλλας στρατηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν. καὶ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος, ἵν᾽ ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ᾽ ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν ῾ἐτέτρωτο γάρ᾽, Φλάκκος δὲ πρὸς τὴν Ῥώμην ἠπείχθη. τοῦ δ᾽ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων, εἰ τά γε ἐντὸς τῶν τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις ἅμα προσβαλεῖν ἔμελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ [p. 180] [p. 182] [46α] Δίων ἐν Ῥωμαϊκῶν ιεἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες ἀλλ᾽ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακόσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι. καὶ ἐδικαιώθησαν 15 ἐν τῷ συνεδρίῳ.’” Suidas s.v. ἐδικαιώθησαν, Lex. Seguer. ed. Bachm. Anecd. Gr. 1. 206, Cram. Anecd. Par. 4. 168, καὶ οὐκ ἤνεγκανσυνεδρίῳ Etym. Magn. p. 316, 9 Gaisf.[p. 184] [p. 186]

1 to\ inserted by Bk.

2 ga\r added by v. Hers.

3 e)sko/pei supplied by v. Hers.

4 proupisxnei=to v. Hers., prosupisxnei=to Ms.

5 e)de/disan Bs., following St., e)dedi/esan Ms.

6 Cf. Preface to Vol. l., p. xix.

7 kataklei/sas Bs., a)poklei/sas Ms.

8 o(/poi Val., o(/ph Ms.

9 te Bs., de\ Ms.

10 w)rgi/zeto Cary, w)rgi/zeto e)/ti Ms. by dittography.

11 a)nqele/sqai v. Hers., a)nele/sqai Ms.

12 tou\s *)akeranou\s Bk., kai\ Ms.

13 tou\s inserted by Bk.

14 decame/nhs Val., deca/menos Ms.

15 kai\ e)dikaiw/qhsan based on Suid. cod. A (katedikaiw/qhsan', katedika/sqhsan Suid. cod. B, kai\ katedika/sqhsan Suid. cod. E, kai\ e)dika/sqhsan Etym. M., Lex. Seguer., Cram. cod.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: