Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
[p. 278]
58. ... 1 καὶ διέτριψαν συχνὰς ἡμέρας, ἐς μὲν
παράταξιν μὴ συνιόντες, ἀκροβολισμοῖς δέ τισι
καὶ πείραις τῶν τε ψιλῶν καὶ τῶν ἱππέων
[p. 280]
χρώμενοι. οἱ μὲν γὰρ Ῥωμαῖοι ἠπείγοντο ὅτι
τάχιστα συμβαλεῖν: τῇ τε γὰρ δυνάμει ἔρρωντο
καὶ τροφὴν οὐ πολλὴν εἶχον, καὶ διὰ ταῦτα
πολλάκις καὶ πρὸς τὸ χαράκωμά σφων προσέμισγον:
[2]
ὁ δὲ δὴ Φίλιππος τοῖς μὲν ὅπλοις ἀσθενέστερος
ὤν, τῇ δὲ παρασκευῇ τῶν ἐπιτηδείων
διὰ τὸ τὴν οἰκείαν οἱ ἐγγὺς εἶναι προφέρων
ἀνεῖχεν, ἐκτρυχώσειν αὐτοὺς ἀμαχεὶ προσδοκήσας.
καὶ εἴπερ ἐκεκρατήκει τῆς γνώμης, πάντως ἄν
τι ἐξείργαστο: νῦν δὲ καταφρονήσας τῶν Ῥωμαίων
ὡς φοβουμένων αὐτόν, ὅτι πρὸς χωρίον τι ὅθεν
ἐπισιτίσασθαί σφισι λῷον ἦν μετέστησαν, ἐπῆλθέ
τε αὐτοῖς ἁρπαγὰς ποιουμένοις ἀπροσδόκητος
[3]
καί τινας καὶ διέφθειρεν. αἰσθόμενος δὲ τοῦτο ὁ
Γάλβας ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου, καὶ
προσπεσὼν αὐτῷ μὴ προσδεχομένῳ πολλῷ
πλείους ἀνταπέκτεινεν. ἡττηθείς τε καὶ προσέτι
καὶ τρωθεὶς οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλ᾽
ἡμέρας τινὰς πρὸς ἀναίρεσιν καὶ ταφὴν δὴ τῶν
[p. 282]
νεκρῶν σπεισάμενος ἔπειτα ὑπὸ τὴν πρώτην νύκτα
[4]
ἀπανέστη. οὐ μέντοι ὁ Γάλβας ἐπεδίωξεν αὐτόν:
τῇ τε γὰρ ἀπορίᾳ τῶν τροφῶν καὶ τῇ ἀπειρίᾳ
τῶν χωρίων, τὸ δὲ δὴ πλεῖστον καὶ τῇ ἀγνωσίᾳ
τῆς παρασκευῆς αὐτοῦ καὶ δέει μὴ ἀπερισκέπτως
ποι προχωρῶν σφαλῇ, οὐκ ἠθέλησε περαιτέρω
προχωρῆσαι, ἀλλ᾽ ἐς τὴν Ἀπολλωνίαν ἀνεκομίσθησαν.
κἀν τούτῳ καὶ ὁ Ἀπούστιος μετὰ τῶν
Ῥοδίων καὶ μετὰ τοῦ Ἀττάλου περιπλέων συχνὰς
μὲν νήσους ἐχειρώσατο ... ῾φουρ ορ φιϝε λινες
σαντινγ ιν μς.᾿
[5]
... οἱ Ἴνσουμβροι ἐταράχθησαν: Ἀμίλκας
γάρ τις Καρχηδόνιος τῷ τε Μάγωνι συστρατεύσας
καὶ ἐν τοῖς χωρίοις ἐκείνοις ὑπομείνας τέως μὲν
ἡσυχίαν εἶχεν, ἀγαπῶν εἰ διαλάθοι, ἐπεὶ δ᾽ ὁ
Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας
ἀπέστησε τῶν Ῥωμαίων καὶ μετ᾽ αὐτῶν ἐπὶ
[p. 284]
Λίγυας στρατεύσας καὶ ἐκείνων τινὰς προσεποιήσατο:
[6]
μάχης δέ σφισι μετὰ ταῦτα πρὸς τὸν
Λούκιον Φούριον στρατηγὸν γενομένης ἡττήθησαν
καὶ ἐπρεσβεύσαντο σπονδῶν δεόμενοι. καὶ οἱ μὲν
Λίγυες ἔτυχον αὐτῶν: ... χ ... ρ. σιν ... ς1.. δεινὸν μὲν ... συνε. ημ. δ ... ἐκυρίευεν
ε ... ταις ἐπε. φακ εστ ... γεω ... ... οὐκ ... ε ... ες τὴν μν. μην:.. ιχθείο
57.
[81]
... διη. η ... τῶν ἐπινικίων τυχεῖν ἠξίου: λόγων
τε ἐπ᾽ ἀμφότερα πολλῶν γενομένων ῾οἱ μὲν γὰρ
ἄλλως τε καὶ πρὸς τὴν τοῦ Αὐρηλίου κακοήθειαν
συνεσπούδαζον αὐτῷ, καὶ τήν τε νίκην ἐμεγάλυνον
καὶ παραδείγμασι πολλοῖς ἐχρῶντο: οἱ δὲ τῇ τε τοῦ
ὑπάτου ἰσχύι ἠγωνίσθαι αὐτὸν ἔλεγον, μηδεμίαν
ἰδίαν αὐτοκράτορα ἀρχὴν ἔχοντα, καὶ προσέτι καὶ
λόγον παρ᾽ αὐτοῦ ἀπῄτουν ὅτι τὰ προσταχθέντα
οὐκ ἐπεποιήκεἰ ὅμως ἔλαβεν αὐτά. καὶ ὁ μὲν
ἐκεῖνα 2 πρὶν τὸν ... ε .. θες1 ... 3 ἑώρτασεν.
ὁ δὲ δὴ Οὐερμίνα ... εστ . ε μὲν παρὰ τῶν
. χ..” P. 4 (pp. 464 s#3.).
“
[p. 286]
[p. 288]
[p. 290]
[p. 292]
60. ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ
Φλαμινίνῳ: 4 καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ
τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρούσῃ οἱ
εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν 5 ἐπεθύμει, ὅμως ἐσπείσατο.
αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες
ὑπεξαιρεθέντος αὐτοῦ τό τε φρόνημα τὸ παλαιὸν
ἀναλάβωσι καὶ σφᾶς οὐκέτι θεραπεύσωσι, κα
οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι
τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες
ἐπαχθέστεροί σφισι γένωνται, ὅ τε Ἀντίοχος
ἔς τε τῆν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ
καὶ τῷ Φιλίππῳ συμμαχήσῃ.” UG 11 (p. 381).
“
[p. 294]
[p. 296]
[p. 298]
[p. 300]
”
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
Citation URI: http://data.perseus.org/citations/urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc1:18
hide
Display Preferences

