Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘καθάπερ παττάλῳ’ φησὶν ὁ Βίων ‘ὅ τι ἂν τύχωσιν αὐτῷ
περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι ’
τὸν Τιρίβαζόν 1 φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν
ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι: μαρτυρομένων δὲ καὶ βοώντων
ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν
καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν. ἆρ᾽ οὖν
οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ
διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν
ἀβουλήτων ὁ δὲ δεισιδαίμων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.