Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν
θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ
μεταστῇ ποῖ 1 φύγῃ, ποίαν γῆν ἄθεον
εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας
σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ
δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην
μεταβάλλειν ἐπιεικέστερον: ἡ δὲ
δεισιδαιμονία θεῶν [p. 408] ἀλλαγὴν οὐ δίδωσιν, οὐδ᾽ ἔστιν
εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους,
ὁ φρίττων τοὺς σωτῆρας; καὶ τοὺς μειλιχίους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.