Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρημάτων ἀποβολὴ καὶ
τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ
θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται. ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ
διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδ᾽ ἀντιτάττεσθαι, μὴ δόξῃ
θεομαχεῖν καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλ᾽
ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ
νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος. ‘ἔα με’ φησὶν ‘ἄνθρωπε
διδόναι δίκην, τὸν ἀσεβῆ , τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι
μεμισημένον. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.