Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄθεος ἀκίνητος
εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει
διαστρέφεσθαι. ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε,
τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει
προστέθεικεν. ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ
δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.
αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς; νοσήματα
καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν
ὑπὸ κουφότητος, δραστηρίου δ᾽ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται.
ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους [p. 405] ἐστίν,
ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.