Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
μάλιστα δὲ τὸ
Βρούτῳ γενόμενον φάσμα τὴν Καίσαρος ἐδήλωσε σφαγὴν οὐ γενομένην θεοῖς
ἀρεστήν ἦν δὲ τοιόνδε. μέλλων τὸν στρατὸν ἐξ : Ἀβύδου διαβιβάζειν εἰς
τὴν ἑτέραν ἤπειρον ἀνεπαύετο νυκτὸς, ὥσπερ εἰώθει, κατὰ σκηνήν, οὐ
καθεύδων, ἀλλὰ φροντίζων περὶ τοῦ μέλλοντος λέγεται γὰρ οὗτος ἁνὴρ
ἥκιστα δὴ τῶν στρατηγῶν ὑπνώδης γενέσθαι καὶ πλεῖστον ἑαυτῷ χρόνον
ἐγρηγορότι χρῆσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

