Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δὲ Βέλγας ἤκουσε δυνατωτάτους Κελτῶν
καὶ τὴν τρίτην ἁπάσης τῆς Κελτικῆς νεμομένους [p. 492] ἀφεστάναι,
πολλὰς δή τινας μυριάδας ἐνόπλων ἀνδρῶν ἠθροικότας, ἐπιστρέψας εὐθὺς
ἐχώρει τάχει πολλῷ καὶ πορθοῦσι τοὺς συμμάχους Γαλάτας ἐπιπεσὼν τοῖς
πολεμίοις τοὺς μὲν ἀθρουστάτους καὶ πλείστους αἰσχρῶς ἀγωνισαμένους
τρεψάμενος διέφθειρεν, ὥστε καὶ λίμνας καὶ ποταμοὺς βαθεῖς τοῖς Ῥωμαίοις
νεκρῶν πλήθει περατοὺς γενέσθαι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

